Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.133-2
Not analysed yet
306. ἄψ, ἐπεί] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν ἀνεστραμ- μένον λόγον· ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑπο- στιγμὴν ἀποτελεῖ. ὅτι σαφῶς ἐνταῦθα βραχεῖαν διαστολὴν τὴν ὑποστιγμὴν εἴρηκεν. ὁρᾶσθαι] παθητικὸν ἀντὶ ἐνεργητικοῦ. ἀνέστραπται δὲ ἡ περί- οδος. ὀρθὴ δʼ ἂν ἦν οὕτως, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστὶν, Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν.