Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.133-4
Not analysed yet
289. ὅτι παρηγμένως λέγει ταλαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν ἐν τῇ μάχη. ταλαύρινον] Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχηματισμὸν, ἀλλὰ κατὰ ἀπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι δὲ ἀρέσκει ὁ σχημα- τισμὸς σύνθετος εἶναι, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλ- κει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν- καὶ περὶ τοῦ μελιηδέος οἴνου, καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχω.