Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.134-4
Not analysed yet
291. ζητεῖται πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἄρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατω- φερῆ πεποίηκε τὴν τρῶσιν. ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθʼ ὅτι προσ- επινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ, ὅτι ἐν ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδη ἀφʼ ὕψους βεβληκέναι. ὅτι δειλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.