Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.134-2
Not analysed yet
220. τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο μετ᾿ Ὀδυσσέως. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο ἐπιγελᾶν ἀνθρώπων πονηρίᾳ, καὶ τὸ παροι- μιῶδες “ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δ᾿ ἄφρων.” τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. manus rec. ἔχθιστος δ᾿ Ἀχιλῆι] ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς μετ᾿ αὐτὸν τρεῖς ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα λέγονται. ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν ἐπεσβόλον παραγήοχεν. ἰστέον δὲ ὅτι Ἀχιλλεὺς αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ᾿ Ὅμηρον (1, 765). φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελῶν ὁ Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν, ὕστερον προσχῶν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς· ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσί- της συνήθως ἐλοιδόρει· ἐφ᾿ ᾧ ὀργισθεὶς ὁ ἥρως γρόνθῳ παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ, τῶν ὀδόντων αὐτοῦ ἐνεχθέντων χαμαί.