Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.133
Not analysed yet
219. φοξός] φοξός εἴρηται ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σιμωνίδης· “αὕτη δέ” φησι “φοξίχειλος Ἀργείη κύλιξ.” ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. ἄμεινον τὸ πρότερον. φοξὰ κυρίως εἰσὶ τὰ πυριρραγῆ ὄστρακα, φαοξά τινα ὄντα. manus rec. ψεδνή] πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτό- μεμνον. manus rec. ἐπενήνοθεν ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα· ὅθεν καὶ ἔνοσις. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· ἐν συνθέσει ἐνέθω, ἤνοθα, καὶ Ἀττικῶς ἐνήνοθα.