Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.135-5
Not analysed yet
328. ὅτι ἐν τοῖς ἑξῆς (Il. 15, 469) τούτου μνημονεύει “νευρὴν δʼ ἐξέρρηξε νεοστρεφέα” καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ τῷ ναρκᾶν ἐποίησε τὴν χεῖρα κατὰ τὸν καρπόν. τινὲς προπεριέσπασαν τὸ χειρ, ἵνʼ ἔχῃ ἐντέλειαν πτώσεως αἰτια- τικῆς. ὁ μέντοι Ἀσκαλωνίτης ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ σχῆμα γένηται. νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δῆλον ὅτι ὁ ἀριστερὸς, διʼ ὧν φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν. τινὲς δὲ χεῖρα κατʼ αἰτιατικήν.