Ancient Greek
1.125 to 1.134
Scholia in Homerum, Scholia in Iliadum 1.125-4-134
Not analysed yet
307. ἡ διπλῆ, ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρίθεται. ἢ κοινὸν τὸ κάρη βάλεν. 308. *ἑτέρωσ’] ὅτι τὸ πλῆρες ἑτέρωσε. 311. διχῶς, ἀλλʼ ὅγε τοῦ μὲν ἅμαρτε, καὶ ἀλλʼ ὅγε καὶ τόθʼ ἅμαρτε. 312. Ἀρχεπτόλεμον] ὅτι ἐνταῦθα καταλέλοιπε Ζηνόδοτος Ἀρ- χεπτόλεμον, πεποίηκε δὲ ἄνω (128) Ἰφιτίδην Ἐρασιπτόλεμον. 313. *πρὸς τὸ βάλεν ἀντὶ τοῦ ἔπαισεν. *βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν. 316. *ὅτι ἐλλείπει ἡ περί, περὶ ἡνιόχου. 317. *ἑταίρου] λείπει ἡ περί, περὶ ἑταίρου. 321. ὁ δὲ] Ὁμηρικὸν ἔθος ὡς περὶ ἑτέρου λεγόμενον. σμερδαλέα ἰάχων, ὁ δέ] ὅτι ὡς περὶ ἑτέρου “ὁ δὲ χερμάδιον,” ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί. 322. *βαλέειν] ὅτι ἐπὶ τοῦ τρῶσαι. 325. ὅτι αὐερύοντα σαφῶς εἰς τοὐπίσω ἕλκοντα· καὶ παλίν- τονα τόξα ἀπὸ τούτου. οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐε ρύοντα, ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφασκεν, τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου.