Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.137
Not analysed yet
225. Ἀτρείδη, τέο δ᾿ αὖτ᾿ ἐπιμέμφεαι] τὸν ἀμετροεπῆ δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγα- μέμνων “ἀγέραστος ἔω” (ΙΙ. 1, 119) καὶ “ἧσθαι δευόμενον (ib. 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ- μενος. manus rec. τοιαῦτα ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.