Ancient Greek
1.138 to 1.152
Scholia in Homerum, Scholia in Iliadum 1.138-2-152
Not analysed yet
226. πολλαὶ δὲ γυναῖκες] ὅτι Ζηνόδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός. 227. ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται. 229. *ὅν κέ τις οἴσει] ὅτι περισσὸς ὁ κε. 231. ὅν κεν ἐγώ] ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἶς πάλιν ἐστὶ τὰ γελοιότατα. 232. *γυναῖκα] ἀντὶ τοῦ γυναικός. 235. ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαὶ, πέπονες, ἐλέγχεα, Ἀχαιίδες. τὸ δὲ πέπον κοινὸν, ὁ πέπων καὶ ἡ πέπων, καὶ τὰ πέπονα. γέλωτα δὲ κινεῖ κάκ᾿ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχὴν Θερσίτης. 236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ᾿ ὅνπερ ὁρμήσαντες κατεσχέθησαν· καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο. 237. γέρα πεσσέμεν] τὰ γέρα, ὅ ἐστι τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται. 238. *ἠὲ καὶ οὐκί] ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ τοῦ χ. 239. ἕο] ὅτι Ζηνόδοτος γράφει ἑοῦ. τοῦτο δὲ ἀσύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ. 242. λωβήσαιο] πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἂν, ἔβλαψας, ἢ λωβητὸς ἐγένου. 243. Ἀγαμέμνονα—Θερσίτης] μεθ᾿ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις. 246. ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές πρὸς κατάγνωσιν τῶν εἰρημένων. 247. μηδ᾿ ἔθελ᾿ ]ὅτι ἔθελε κατὰ συναλοιφήν. 249. Ἀτρείδῃσ᾿ ]οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες Ἀερόπης καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος, τῇ δ᾿ ἀληθεία Πλεισθένους, ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ᾿ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι ἀνατραφέντες ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.