Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.138-4
Not analysed yet
338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῶον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴ- κασται κυνὶ ἑνὶ καὶ ὁ διωκόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτεί- νων τὸν ὀπίστατον (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.