Ancient Greek
1.139 to 1.141
Scholia in Homerum, Scholia in Iliadum 1.139-3-141
Not analysed yet
339. διώκων] γράφεται πεποιθώς. 340. ἰσχία τε γλουτούς τε] τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ σχῆμα, ἅπτηται ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς “Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους’ (Il. 5, 748)· ἢ τοῖς ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ. σημειοῦνταί τινες ὅτι ὑγιῶς διέσταλκε. οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν γὰρ ὗν ἐπιστρεφόμενον παρα- τηρεῖ. 346. μετὰ τὸ κεκλόμενοι στικτέον· ἑτέραν γὰρ πεποίηκε περί- οδον τὴν ἑξῆς, ὡς εἴ γε διὰ τοῦ δ ἐγράφετο, μέγα δʼ εὐχετόωντο, ἐστίξαμεν ἂν ἐπὶ τὸ ἀνίσχοντες. καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν.