Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.139-2
Not analysed yet
299. ἀμφὶ δʼ ἄῤ αὐτῷ βαῖνε] ὅτι ἀπὸ τῶν τετραπόδων ἡ μετα- φορὰ, πρὸς τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37). ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκῇ. τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παρά- κειται τὰ εἰς ις, ὡς ἑορτή καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἐροτίς. ὤφειλε δέ ἐκτείνειν τὸ ι. εἴτε ἀπʼ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλωνίτης. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆς ἀρχαίας ἀναγνώ- σεως φησιν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν ἰωκὴν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί.