Ancient Greek
1.140 to 1.154
Scholia in Homerum, Scholia in Iliadum 1.140-4-154
Not analysed yet
300. *οἱ] ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ. 302. σμερδαλέα ἰάχων] βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυ- ραννίων. διδάσκει τὰ κινήματα. “ἡμεῖς δὲ ἰάχοντες” (Od. 4, 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. “ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ”(Il. 13, 834). “τρὶς δʼ ἄιεν ἰάχοντος” (Il. 11, 463). οὕτως οὖν καὶ τὸ “φθέγξομʼ ἐγὼν ἰάχουσα” (Il. 21, 341) ὀφείλομεν προπαροξύνειν. 306. κοτύλην] κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα. 308. ὧσε δʼ ἀπὸ ῥινὸν] οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἀναστρα- φήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστὶν ἀπῶσε· μεταξὺ γὰρ πέπν τωκεν ὁ δέ. 309. *ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών. 310. *ὅτι οὐκ ὀρθῶς ἐνὶ Ἕκτορος λέγεται( Il. 11, 356) μετενιχ- θεὶς ἐντεῦθεν. 311. *καί νύ κεν ἔνθʼ ἀπόλοιτο] καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλ- λακται, ἀντὶ τοῦ ἀπώλετο ἄν. 315. πρόσθε δέ οἱ] ἔμπροσθεν αὐτοῦ. οὐχ ὡς ἀτρώτῳ δὲ περι- βάλλει τὸν πέπλον αὐτῷ, ἀλλʼ ἵνα κρύψῃ αὐτόν. 317. *ἕλοιτο] Ἀρίσταρχος ὄλοιτο. 319. *ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντολῶν. 322. ἀπὸ] οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάτ- τεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353). ἢ καὶ παρέλκεται. 323. *ὅτι Ζηνόδοτος γράφει Αἰνειῶο. οὐκ ἔστι δὲ Αἰνειώς ὡς Πετεώς. 325. περὶ] οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδή- λωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ”(Il. 1, 287). 329. *κρατερώνυχας ἵππους] ὅτι Ζηνόδοτος γράφει κρατερω- νύχεσʼ ἵπποις. βίαιος δʼ ἡ συναλοιφή. τὸ δὲ ἑξῆς ἐστὶν, αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἤλαυνεν. 330. Κύπριν] οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο- σύνην αὐτὴν εἶναι λέγουσιν.