Ancient Greek
1.14 to 1.18
Scholia in Homerum, Scholia in Iliadum 1.14-18
Not analysed yet
15. *Ἀτρείδα] ὅτι τινὲς Ἀτρείδας. 18. εὖ δʼ οἴπαδʼ ἱκέσθαι] διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι· δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ αὐτῶν. 19. *ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. 20. *ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. 21. άζόμενοι] δασύνεται· διὸ τὸ σημεῖον. ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.