Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.19
Not analysed yet
22. Ἀχαιοί] ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς έ διῃρεῖτο μοίρας, Ἀργολικὴν, Πυλικὴν, Λακωνικὴν, Μεσσηνιακήν. ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω- νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά- λου υἱὸν Πέλοπα.