Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.14-2
Not analysed yet
22. τὸ προπάροιθεν ὁμίλου ἤτοι τοῖς ἐπάνω προσδοτίον, ἢ τοῖς ἑξῆς. *ἐπὶ σώματι κύρσας] μεγάλῳ ζώῳ ἐπιτυχών· νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. κεραόν] εὔκερων ἄρρενα· αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφι- ροῦσιν. ἔλαφος δὲ εἴρηται παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφὸς τις οὖσα· τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς. ὅτε γοῦν ἀφανεῖς ὧσιν οἱ ὄφεις, αὕτη τὸ κέρας αὑτῆς προστρίβει εἰς πέτραν, ὃ θερμαινόμενον ποιεῖ τινὰ ἀναθυμίασιν, ἦς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν εὐθέως.