Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.15
Not analysed yet
24, 25. *συναπτέον ἕως τοῦ πεινάων· φαῦλοι γὰρ οἱ συνά- πτοντες τὸ πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί. δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπὸς δέ ἐστι πεινῶν ὁ λέων, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.