Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.14-6
Not analysed yet
26. *συνεχὲς] Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέρου ν. ἁλίπλοα] τὴν λῖ, φασὶ, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρειπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται. 0οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατατίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι, ὡς ὅτι ὁπότερον ἐὰν σημαίνῃ προπαρο- ξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν. καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, διπλόος τριπλόος.