Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.142
Not analysed yet
343. ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ Μενεσθέως κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γερόντων, ἀλλ᾿ Ὀδυσσεὺς, Διομήδης, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται. καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθά- νεσθαι, ἐπεὶ ἡ ἀκοὴ εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ “οὐδὲ πληγῆς ἀΐοντες” (Il. 11, 532). οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου ἀκούετε περὶ δαιτός. οὕτως Ἀρίσταρχος. λείπειν δέ φασι τὴν περί ἐθίμως, ἵνʼ ᾖ οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μετα- λαμβάνετε. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 137 ═397).