Ancient Greek
1.143 to 1.151
Scholia in Homerum, Scholia in Iliadum 1.143-3-151
Not analysed yet
344. δαῖτα γέρουσιν] ὡς τὸ “γερούσιον αἴθοπα οἶνον” (259). αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις. 345. *λείπει τὸ ἐστί. 345, 346. οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτι- ῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρὰ τὰ πρόσωπα εἰς κρεάδιον ὀνειδίζοντος τοῦ Ἀγαμέμνονος. 346. *δασυντέον τὸ μελιήδέος. 350. ἕρκος ὀδόντων] ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν. ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη περιφραστικῶς. 351. ἀμφίβολος ἡ ἀνάγνωσις. ἤτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολὴ, στιγμὴ δὲ τελεία εἰς τὸ Ἄρηα· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμὴ, ὑποστιγμὴ δὲ εἰς τὸ Ἄρηα· ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος, ὁπόταν πόλεμος ᾖ. 354. Τηλεμάχοιο] ὅτι προτετυπωμένως τὰ κατὰ τὴν Ὀδύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ Ὀδύσ- σεια. 357. *γνῶ χωομένοιο] πρὸς τὸ σχῆμα, ὅτι τῇ γενικῇ ἀντὶ τῆς αἰτιατικῆς. 367. *οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος.