Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.142-2
Not analysed yet
336. ἥμην] προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι. ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. ἄχει προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἔνιοι δὲ εἶξαι. *οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῆς μάχης.