Ancient Greek
1.143 to 1.147
Scholia in Homerum, Scholia in Iliadum 1.143-4-147
Not analysed yet
337. ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγήοχε τὴν παραμυθίαν, δεῖ δὲ κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο- λούμενος. 343. *ἐν ἄλλῳ προσηύδα δῖα γυναικῶν. 348. ἀπόερσε] ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες —οὕτως γὰρ ἐλέ- γομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, “ἐν δὲ σταθμοὺς ἄρσε” (Od. 21, 45), ὄρσας, “ὄρσεο, κυλλοπόδιον” (Il. 21, 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον· πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην. 353. *καί μιν] γρ. κέν μιν. *ἐπαυρήσεσθαι] τῆς ἰδίας ἀνοίας δηλονότι. 354. *ἀλλʼ ἄγε νῦν] οὕτω νῦν αἱ Ἀριστάρχου.