Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.143-2
Not analysed yet
325. ὁρῶ παρὰ τὸ ῥῶ τὸ ὁρμῶ πλεονασμῷ τοῦ ο. Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως. κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσαν τήν τε πόλιν καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον ἐξέθηκαν ἐν τῇ ἴδῃ· ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν. Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς Ἀρχιάλας ἐκαλεῖτο.