Ancient Greek
1.144 to 1.153
Scholia in Homerum, Scholia in Iliadum 1.144-2-153
Not analysed yet
326. *τὸ ἧχι χωρὶς τοῦ ι ὁ Ἀρίσταρχος. *ἑκάστῳ] Ἀρίσταρχος κατὰ γενικὴν ἑκάστου. 327. ἀερσίποδες] αἴροντες εἰς ὕψος τοὺς πόδας, ταχεῖς. ζωγρα- φικῶς δὲ ἐκτετύπωκε τοῦτο· τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι. καὶ ἔστιν ἰδίωμα, παρὰ τὸ ἀείρω ἀέρω ἀέρσῳ, ὡς κέρσω. 334, 335. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν] ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέ- τηκε, καὶ μετὰ τὸν “οἷο κασιγνήτοιο” ὑποτάσσει “κρατὶ δʼ ἐηʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἴλετο δʼ ἄλκιμον ἔγχος· ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ ἀσπίδα τερσανόεσσαν.” ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (Il. 11, 32. 15, 480) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων. 335. *χάλκεον] βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν γὰρ τὸ ἀμφʼ ὤμοισιν βάλετο καὶ ἐπὶ τοῦ σάκους. *ἀπὸ κοινοῦ τὸ ὤμοισιν βάλετο, ἀναγκαίως διὰ τοὺς τελαμῶνας. 338. *ὅ οἱ παλάμηφιν ἀρήρει] ἐν ἄλλῳ, ἀκάχμενον ὀξέϊ χαλκῷ. 339. ὣς δʼ αὔτως Μενέλαος] ὅτι οὗτος ξίφος ἔχει· εἰ δὲ ὡσαύ- τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. ἔντεʼ] ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ “μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7. 232). 344. διαμετρητῷ] Ἀρίσταρχος περισπᾷ, καὶ οἱ ἄλλοι· καὶ οὕτως ἔχει ἡ παράδοσις. καὶ ἔστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ “χῶρον μὲν πρῶτον διεμέτρεον” (315). 345. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας. 346. *δολιχόσκιον] οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. 348. *χαλκός] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ν, χαλκόν. -οὕτως ἅμεινον διὰ τοῦ σ γράφειν· καὶ γὰρ ὕστερόν φησιν “ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.