Ancient Greek
1.143 to 1.147
Scholia in Homerum, Scholia in Iliadum 1.143-5-147
Not analysed yet
352. νῶι] ἡμῖν κοινῇ διαλέκτῳ· Δωριεῖς γάρ φασιν ἄμμες, Αἰολεῖς ἄμμε, Ἀττικοὶ δὲ νώ, Ἴωνες ἡμέας. ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως, ἡμῶν καὶ ἡμῖν. 353. *Δαναῶν] γρ. Ἀργείων. κεκαδησόμεθ’ ὑστάτιόν περ] δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ ὑστάτιον οἶτον· βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω. ἡ δὲ διάνοια, οὐκέθʼ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον νῦν. ὑστάτιον ἀντὶ τοῦ ὕστατον, ὡς μάλλιον τῶν ἄλλων. 355. ἀνεκτῶς] ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ “ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται, οὐκέτʼ ἀνεκτά” (Il. 1, 573). 361. σχέτλιος] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ ἐν τῷ καθόλου δὲ, ἀλλʼ εἰς ταύτην μόνην. 367. πυλάρταο] ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας, διὰ τὸ μηδένα ὑποστρέφειν ἐξ Ἅιδου.