Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.142-3
Not analysed yet
349. ὁ Ζηνόδοτος γράφει Γοργόνος ὄμματʼ ἔχων ἠὲ βροτο- λοιγοῦ Ἄρηος. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει “τῇ δʼ ἐπὶ μὲν Γοργώ” (Il. 11, 36) ὡς Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ῑ, οἴματʼ ἔχων· καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι, τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τῶν δημωδῶν εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις.” χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν.