Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.149
Not analysed yet
225. οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων] ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ ναὶ μὰ τόδε σκῆπτρον (234). καθʼ ἑκάστην δὲ λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγο- ρευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς ῥηματική· διὸ ἀπʼ ἄλλης ἀρχῆς “οὔτε ποτʼ ἐς πόλεμον οὔτε λόχον.” *κραδίην δʼ ἐλάφοιο] λέγεται χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περι- κειμένην τὴν ἔλαφον.