Ancient Greek
1.150 to 1.156
Scholia in Homerum, Scholia in Iliadum 1.150-156
Not analysed yet
226. οὔτε ποτʼ ἐς πόλεμον] τοῦτο δημοκρατικοῦ βασιλέως καὶ. δημαγωγικοῦ. 227. οὔτε λόχονδʼ ἰέναι] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπὸ Λυκάονος (Il. 21, 35). καὶ “ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρός” (ll. 13, 277). 228. τὸ δέ τοι κήρ] ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνα- τος νομίζεται. 229. ἦ πολὺ λώϊον] περισπαστέον τὸν ἦ· κατʼ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ δή· δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵνʼ ᾖ Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι. *περισπαστέον τὸν η. καὶ ἐν τῷ “ἦ γὰρ ἂν, Ἀτρείδη” (232). 231. δημοβόρος βασιλεύς] καθʼ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ Φιλοξένῳ ἐν τῷ περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προ- φορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἰ ῥῆμα λεί- πειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει. 232. ἦ—λωβήσαιο] ὅτι τὸ εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστι- κοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς “καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας (Il. 5, 311). τὸν δὲ ἦ περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν. καἰ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν. 234. ναὶ μὰ τόδε] πεπλεόνακε τῷ μά ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ μορίῳ κατὰ Ἀττικὸν ἔθος· ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασι- λείας θεόν.