Ancient Greek
1.149 to 1.161
Scholia in Homerum, Scholia in Iliadum 1.149-3-161
Not analysed yet
369. Στυγὸς] Στὺξ μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν Θεογονίᾳ (775). ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου. 371, 372. ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγή- σασθαι, καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν· καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν. *οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν. 373. ἔσται μὰν ὅταν] πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448) ἀντὶ τοῦ ὅνʼ ὀλεῖται. 376. *ἴδωμαι] γράφεται ἴδωμεν. 377. ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶι ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς. 378. *προφανέντε] γρ. προφανείσα. γηθήσει προφανεῖσα] Ἀρίσταρχος προφανέντε ὡς “πλη- γέντε κεραυνῷ” (455) δυικῶς· ὁ δὲ Ζηνόδοτος γηθήσει προ- φανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων, συστέλλων τὴν τελευταίαν, παροξυτόνως προφερόμενος [μετʼ ἐκτάσεως τοῦ ᾱ]. ἔστι δὲ ἄκρατον Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητή. 379. ἦ τις καὶ Τρώων] περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπο- ρητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ὢν περισπασθήσεται. 385. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (Il. 5, 734) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. ἠθέτει δὲ καὶ Ἀριστο- φάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. 389. λάζετο] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ ν προφέρεται λάζυτο. καὶ ἔστιν οὐκ ἀδόκιμος ἡ φράσις. 390, 391. ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (ll. 5, 746) μετηνέχθησαν. 393. πύλαι μύκον οὐρανοῦ] ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου. 399. ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχέως. 401. *ὡς καὶ τετελεσμένον ἔσται] γρ. τὸ δὲ καὶ τετελε- σμένον ἔσται.