Ancient Greek
1.162 to 1.171
Scholia in Homerum, Scholia in Iliadum 1.162-4-171
Not analysed yet
402. σφωϊν] ἐγκλιτικὴ νῦν ἐστὶν ἡ ἀντωνυμία· τρίτου γὰρ προσ- ώπου, τὰ δὲ τρίτα δυικὰ τό τε σφνέ καὶ σφωίν ἐγκλιτικά ἐστιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται. ὀρθοτονεῖται γὰρ τὸ “γυιώσειν μὲν σφῶιν” (416). 405. ἕλκε’ ἀπαλθήσεσθον] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου ἕλκε’ ἀπαλθήσονται· καὶ μήποτε κρεῖττον. τὰ ἕλκη ἀπαλθήσονται. 406. ᾧ πατρί] καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχὺν, ἀλλὰ τὴν φύσιν προβάλλεται. ὄφρ’ εἰδῇ] ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (420) οὐκέτι. 408. ἐνικλᾶν] ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. οὕτως δὲ γραπτέον, ὅττι κεν εἴπω, οἷον κατακάμπειν καὶ μὴ ἐᾶν τὰ ὑπʼ ἐμοῦ εἰρημένα· καὶ πάλιν ἑξῆς ἐν οἷς ἡ Ἶρίς φησιν, ὅττι κεν εἴπῃ γράφεται (422). *Ἀρίσταρχος ὅττι κεν εἴπω. 409. ἀελλόπος] κατʼ ἔλλειψιν τοῦ ῡ, ἀελλόπους, ταχεῖα, ἀέλλαις κατὰ τὸ τάχος παραπλησία. 411. πρώτῃσιν δὲ πύλῃσιν] οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλʼ ἀντὶ τοῦ ἄκραι, ὡς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Il. 6,40.) ἀντὶ τοῦ ἄκρῳ. 415. εἰ τελέει περ] εἰ ἀντὶ τοῦ ἐς, ἵνʼ ᾖ σύμφωνον τῷ “ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται” (401). αἱ δὲ Ἀριστάρχου διὰ τοῦ 5, ᾗ τελέει περ· καὶ γὰρ ὁ Ζεύς φησι “τὸ δὲ καὶ τετε- λεσμένον ἔσται.” 420. ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (406) μετάκειν- ται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεὺς, καὶ προσυνίσταται ἐπιεικὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές. 423. *οὕτως σύ διὰ τοῦ ῡ, τὸ δὲ ἀδεές διʼ ἑνὸς δ ὁ Ἀρίσταρχος. 428. *νῶϊ] ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς. *οὕτως νῶϊ χωρὶς τοῦ ν. ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι τῇ περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, σνμμαχίας καὶ θεομαχίας παράγων.