Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.149-4
Not analysed yet
335. ἐπὶ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατὶ, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχὴν, ἐπεὶ ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458). ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἢ συναλοιφὴν ἐκδεκτέον, ἰκτιδέην· διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην.” κρατὶ δʼ ἐπὶ κτιδέην] ἀπὸ τοῦ κ ἡ ἀρχὴ, ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην. τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ λέγεται παρὰ τῷ ποιητῇ. ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς. κτιδέη ἡ ἐξ ἰκτίδος δέρματος πεποιημένη. ἰκτὶς δέ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα- πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.