Ancient Greek
1.150 to 1.155
Scholia in Homerum, Scholia in Iliadum 1.150-2-155
Not analysed yet
336. *ἐπὶ νῆας] γρ. ποτὶ νῆας. 338. ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα. 341. *οὗτός τοι] Ἀρίσταρχος οὗτός τις. ὡμολόγουν καὶ αἱ πλείους. 343. ἤ τινα συλήσων νεκύων] ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (387) οὐκέτι, λεγόμενος πρὸς Δόλωνα. *Ἀρίσταρχος τεθνηώτων. 346. *παραφθαίῃσι] οὕτως σχεδὸν αἱ πᾶσαι. 347. *ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. *ποτὶ νῆας] Ἀρίσταρχος ἐπὶ νῆας.