Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.15-2
Not analysed yet
46. περὶ κῆρι] τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει τὸ πε- ρισσῶς, ὁμοίως τῷ “ὡς περὶ μὲν νόον ἐστὶ, περὶ δʼ ἱρὰ θεοῖσι” (Od. 1, 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται (ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ῃ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐστιʼ προπερισπασθήσεται ἄρα. *Ἴλιος ἱρή] ὅτι θηλυκῶς τὴν Ἴλιον. Ἴλιος ἱρή] διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως “Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς” (Il. 15, 71).