Ancient Greek
1.16 to 1.23
Scholia in Homerum, Scholia in Iliadum 1.16-2-23
Not analysed yet
52. Ἄργος τε Σπάρτη τε] ὅτι τούτων τῶν πόλεων ἕνεκα συνε- μάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν Ὅμηρος. 53. πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι, ἵνʼ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. δείκνυσι δὲ τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. 54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω. 55, 56. ἀθετοῦνται ἀμφοτεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προδεηθεὶς δύναται τοῦτʼ ἔχειν. 56. *φέρτερός ἐσσι] φέρτατός ἐσσι. 59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος νεώτερόν φησι τὸν Δία (Th. 454). *ὅτι οὐ καθʼ ἡλικίαν λέγει, ἀλλʼ ἐν τιμῇ. ἀγκυλομήτης] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδὼς, ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι, συνετός. 60. διασταλτέον ἀμφότερον, γενεῇ τε, κέκλημαι. φησὶ γὰρ διὰ ταῦτα πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ πάντων βασιλέως. *ὅτι γενεῇ ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ. 64. ὅτι τὸ ἐπιτεῖλαι ἀντὶ προστακτικοῦ κεῖται. τὸ δὲ πειρᾶν εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν ἕξει πρὸ αὑτοῦ (ἤρτηται γὰρ τοῦ προτέρου λόγου)· εἰ δὲ ἀντὶ προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πείρα, ὑποστικτέον.