Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.156
Not analysed yet
354. ξεινοδόκον] παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν, ὅτε ἐνέργειαν ὑπι- σχνείται, προπαροξύνεσθαι δὲ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύ- οιεν σὓς παρατίθεται ὁ Ἡρωδιανός· ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλ- λοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρʼ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063) “λιθόβολον αἷμα κατειργάσω.” *φιλότητα] ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρηκεν. φιλότητα] ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργος τὸν Ἀλέ- ξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος· ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διὶ, τῷ ὑπʼ αὐτοῦ καταφρονηθέντι.