Ancient Greek
1.154 to 1.155
Scholia in Homerum, Scholia in Iliadum 1.154-155
Not analysed yet
352. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν λέγει. ἐὰν δὲ γράφηται δαμῆναι, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον· κοινὸν γὰρ τὸ δός. ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θετέον, ἐπεὶ καὶ καθʼ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς. *δάμασσον] Ἀρίσταρχος δαμῆναι. 353. ἐρρίγῃσι] ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, οὗ παρατατικὸς ἐρρίγουν, ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω.