Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.156-2
Not analysed yet
333. *ὅτι πολεμικὴ ἡ θεός. Ἐνυώ] παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὃ σημαίνει τὸ φονεύω, ἔνθεν καὶ αὐτοέντης. παρʼ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος. κακῶς ὅσοι δασύνουσι τὸ ῦ τοῦ ἐνύω· ἄμεινον γὰρ ψιλοῦν· ἀνα- πέπλασται γὰρ πολεμικὴ θεὸς, ἧς οἱ νεώτεροι ποιηταὶ υἱὸν εἶναί φασι τὸν Ἄρεα, καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς.