Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.157-4
Not analysed yet
334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε] τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει. ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσί τε καὶ Ἕκτορι κῦδος ὀπάζει·” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις χειμάρρους κατʼ ὄρεσφιν ὀπαζό- μενος Διὸς ὄμβρῳ” (Il. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέγεσθαι, ὡς ἐκεῖ “ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο” (Il. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα, “ἀλλʼ ὅτε δή ῥ᾿ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζω.” [349. οὗτος ὁ στίχος λέγεται προκέφαλος.