Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.157
Not analysed yet
234—240. ναὶ μὰ τόδε σκῆπτρον] ὅλη ἡ παρέκβασις διὰ μέσου, ἕως τοῦ “ἦ ποτʼ Ἀχιλλῆος ποθή.” διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν. τὸ γὰρ ἑξῆς, ναὶ μὰ τόδε σκῆ- πτρον, ἦ ποτʼ Ἀχιλλῆος. ναὶ μὰ τόδε σκῆπτρον —ἦ ποτʼ Ἀχιλλεύς] μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, οὔτε ὁμοίως ἐῶν ὅλως κατὰ τῆς βε- βαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον κατάξυλον τὸ σκῆπτρον, καθʼ Ὄμηρον· διὸ καὶ ἐπιφέρει “ὁ δέ τοι μέγας ἔσσε- ται ὅρκο.” ὁ δέ τοι μέγας ἔσσεται] ἄμεινον δύο μέρη λόγου ποιεῖν “ὁ δέ τοι νημερτὲς ἐνίψει” (Od. 11, 148).