Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.157-2
Not analysed yet
262. *διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει. αἰδῶ] Ἀρίσταρχος περισπωμένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ “ἠῶ δῖαν ἔμιμνε” (ΙΙ. 9, 662). καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ· “Λητῶ γὰρ ἥλκησε” (Od. 11, 580) καὶ “Πυθῶδ᾿ ἐρχομένην” (ib. 581), ἐπεὶ, φησὶ, Λητόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάσιν, Πυθώ Λητώ· ἐχρῆν γὰρ, φησὶν, ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχω, εἴ γε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀνα- γνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος, ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστὶ, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώ- μενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περι- σπωμένου τὸ δυῖκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς, κατέχονται καὶ τῷ τόνῳ.