Ancient Greek
1.158 to 1.160
Scholia in Homerum, Scholia in Iliadum 1.158-2-160
Not analysed yet
264. *πεπληγώς] ὅτι ἀντὶ τοῦ πλήσσων τὸ παθητικὸν παρεί- ληφεν. 266. ἔκπεσε] οὕτως αἱ Ἀριστάρχου, ἔκφυγε. καὶ ἔστιν ἡ χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· “φύγεν ἡνία (ΙΙ. 23, 465) καὶ “ἔκφνγε χειρός” (ΙΙ. 5, 18). 267. ἐξυπανέστη] ἀνέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου, ἐμφατικῶς, ὡς τὸ ὑπεξαναδύς. διὰ τῆς ὑπό τὴν κατ᾿ ὀλίγον, διὰ τῆς ἐξ τὴν εἰς εὐθὺ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.