Ancient Greek
1.158 to 1.176
Scholia in Homerum, Scholia in Iliadum 1.158-3-176
Not analysed yet
358. ἰστέον ὅτι κυρίως ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος καὶ ἀπὸ μετώπου τεινομένη, συνδοῦνται αἱ τρίχες. 362. ὃς οὐκ ἂν ἀπόσχοιτο οὐδὲ τῆς πρὸς τὸν Δία μάχης. 392. Ἡρακλῆς παρεγένετο εἰς Πύλον χρῄζων καθαρσίων. οἱ δὲ Πύλιοι ἀποκλεισάντης τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνεμάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἤρα, Ἀϊδωνεὺς, τῷ δὲ Ἡρακλεῖ δύο, Ἀθηνᾶ καὶ Ζεύς. 395. πελώριος] ὁ μέγας· ἔστιν ἀπὸ τοῦ πελάζειν τῷ Ὠρίωνι τῷ ἄστρῳ. 397. ἐν τῇ τοῦ Ἅιδου πύλῃ, ὅτε τὸν Κέρβερον ἀναγαγεῖν ἠβού- λετο. 401. Παιήων παρὰ τὸ παύειν τὰς ἀνίας, ὅ ἐστιν ὀδύνας. 424. ἀπὸ τούτων τινὰ τῶν Ἑλληνίδων γυναικῶν πλησίον παρακα- θίζουσα καὶ καταψῶσα τῇ χειρὶ, οἱονεὶ ἐξαπατῶσα, ἐν χρυσῇ βελόνῃ τὴν ἀσθενῆ χεῖρα κατέξεσεν. 425. ἐπὶ τῇ χρυσῇ πόρπῃ, ἤγουν τῷ κομβίῳ, κατεξέσθη κατὰ τὴν χεῖρα τὴν ἀσθενῆ. 426. μείδησεν] ἀπὸ τοῦ μείδω ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδυ τὸ εὐφραίνω, Βοιωτικῶς, τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεο- νασμῷ τοῦ μ μείδω καὶ μειδιῶ. 444. ἀλευάμενος] οὕτως Ἀρίσταρχος διὰ τοῦ ο. 477. ἔνειμεν] τὸ ἔνειμεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· τὸ γὰρ ἀπλοῦν αὐτοῦ ἐστιν εἰμέν· “ἡμεῖς δʼ εἰμὲν τοῖοι” (Il. 7, 231) πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει βαρύνεται. 479. προσέθηκε τὸ Ξάνθῳ, ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν] ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας. 481. καδδὲ] τοῦτο Αἰολικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ μετὰ προθέ- σει λέγουσιν, οἱ Αἰολεῖς δὲ κατὰ συγκοπήν. 511. ὅτι προενεκτέον ἀρηγὼν ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλλα- χοῦ (Il. 4, 7) ἀρηγόνες ὡς ἀηδόνες. 539. νειαίρῃ] ἐσχάτῃ, ἀπὸ τοῦ νέος. οἱ γὰρ νέοι ἀτελεῖς καὶ ἔσχατοι. τινὲς λέγουσι τὸ ἐπάνω μέρος τῆς κοιλίας, εἰς ὃ νεαρὰ τὰ βρώματα ἀποτίθενται. 543. Φηρῇ] τῇ κοίλῃ οἰκουμένῃ Κορίνθῳ. 579. κατὰ κληῖδα] κατὰ τὴν ἅρμοσιν τοῦ ὤμου ἐπιτυχών. 605. πρὸς Τρῶας] ἀντιπρόσωποι τοῖς Τρωσὶ βλέποντες. 620. λάξ] λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδὸς, ὁμωνύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελθών.