Ancient Greek
1.159 to 1.167
Scholia in Homerum, Scholia in Iliadum 1.159-167
Not analysed yet
398. *ἔχεθʼ Ἕκτορι] ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος. ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει. 400. κόλπῳ] ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· “κόλπον ἀνιεμένη” (Il. 22, 80). *ἀταλάφρονα] ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακο- παθεῖν. *αὔτως] οὕτως ὡς οἱ παῖδες. 402. *καλέεσκε Σκαμάνδριον] σημείωσαι τὸ μέτρον. 403. *ὅτι παρετυμολογεῖ. 408. *καὶ ἔμʼ ἄμμορον] ὅτι τινὲς γράφουσι καὶ ἐμὸν μόρον, οὐκ εὖ. 413. διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισ- μὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσὶ καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν. 414. ἁμὸν] Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν· διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον, ἁμόν. οὕτως Ἀπολλώνιος. 415. *εὖ ναιετάωσαν] ὅτι ἀντὶ τοῦ εὖ ναιομένην. *ναιετάωσαν] Ἀρίσταρχος διὰ τοῦ ὁ ναιετόωσαν. 417. ὅτι διδάσκει τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ “ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσιν.”