Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.168-3
Not analysed yet
422. ἰῷ] ὡς σοφῷ Ἀρίσταρχος· καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνά- γνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι, ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνὴρ καὶ τὸ μία· “εὐδ᾿ ἴα γῆρυς” (Il. 4, 437) καὶ “μία δʼ οἴη” (Il. 18, 565)· τὰς μέντοι δοτικὰς περιέσπασεν “ἰῇ ἄρα γινόμεθʼ αἴσῃ” (Il. 22, 477) καὶ “ἰῇ δʼ ἐν νυκτὶ γένοντο” (Il. 18, 251). καὶ φασί γε τὸ τοιοῦτο εἶδος Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ Ἀττικὸν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν κατα- βιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ “μέσην ἐς ἄγυιαν” (Il. 20, 254) ἀνέγνω, “ἐῦκτιμένας” δὲ “κατʼ ἀγυιάς” (391). μήποτʼ οὖν ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ, κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως.