Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.16-4
Not analysed yet
35. Ἀχιλλεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μουηνίαν, νῦν δὲ Πήδασον καλουμένην, καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἑλεῖν. ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως, καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι, καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἦν δὲ ἐν αὐτῷ γεγραμμένον “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ.