Ancient Greek
1.2 to 1.15
Scholia in Homerum, Scholia in Iliadum 1.2-6-15
Not analysed yet
2. ἴθυσε μάχη] ἐπʼ εὐθείας ἐφέρετο ἡ μάχη, ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρῶας, ποτὲ δὲ ἀνατρεπομένων ὑπʼ αὐτῶν. *ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου. 3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα] ὅτι ἀντὶ τοῦ ἐπʼ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις. 4. ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο “μεσσηγὺς ποταμοῖο Σκαμάν- δρου καὶ στομαλίμνης·” διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περιπεσὼν ἔγραψε μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.” τοῖς γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται. 5, 6. τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως τοὺς νικωμένους ὑπὸ τῆς Ἄρεως ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια. 9. *ἔβαλε] ὅτι ἀντὶ τοῦ ἔπαισε. 15. *φιλέεσκεν] ὅτι ἀντὶ τοῦ ἐξένιζεν. 17. *διασταλτέον ἐπὶ τὸ ὑπαντιάσας. ἡ διπλῆ πρὸς τὸ σχῆμα, ἀμφοτέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει. 18. Καλήσιον] ὅτι ὀνοματοθετικὸς ὁ ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος. 19. ἔσκεν ὑφηνίοχος] ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ “Ποσει- δάωνος ὑποδμώς” (Od. 4, 386). 24. σκότιον] ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους κάλλει, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (. Il. 16, 180). *σκότιον ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν. *ἑ] τὸν Βουκολίωνα. 25. ποιμαίνων ἐπʼ ὄεσσι] ὅτι ἀντὶ τοῦ παῤ ὄεσσι, καὶ ὅτι ἐν τῷ τόπῳ τῶν ὀΐων λέγει. 28. καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα] καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος. 31. ἔγχεϊ] τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· κοινὸν γὰρ τὸ ἐξενάριξεν. *οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ ἄῤ, εἶτα Ἔτάονα. 34. ναῖε δὲ Σατνιόεντος] ὅτι Ζηνόδοτος γράφει “ὃς νάε Σατνιόεν- τος ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται.