Ancient Greek
1.162 to 1.164
Scholia in Homerum, Scholia in Iliadum 1.162-164
Not analysed yet
251. ἐφθίαθʼ οἵ οἱ] ὅτι Ζηνόδοτος γράφει αἵ οἱ. γενέσθαι δὲ ἅμα τραφῆναί τε ἀδύνατον. *τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου. 252. ἐν Πύλῳ ἠγαθέῃ] τοῦτο καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις δύναται συντάττεσθαι. 255. ἦ κεν γηθήσαι Πρίαμος] ἕως τοῦ μάχεσθαι συναπτέον· βραχὺ δὲ διασταλτέον παῖδες, θυμῷ, μαρναμένοιιν. περισπαστέον δὲ τὸν ἦ· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν.