Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.165
Not analysed yet
258. *οἳ περὶ μὲν βουλῇ] διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρίσταρχος καὶ ἐν τῇ πολυστίχῳ. ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων” (287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ “νήπιοι οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον” (Od. 1, 8).