Ancient Greek
1.163 to 1.166
Scholia in Homerum, Scholia in Iliadum 1.163-166
Not analysed yet
473. ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν. 474. ὅτι ῥινοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. ἰστέον δὲ ὅτι ὁπόταν περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ ποιη- ταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται. 475. *Ἀρίσταρχος διὰ τοῦ ὁ ἀνδραπόδοισι. ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι πλεονάζον. 481. *Ἀρίσταρχος πιέμεναι πρὶν λείψω.