Ancient Greek
1.163 to 1.172
Scholia in Homerum, Scholia in Iliadum 1.163-2-172
Not analysed yet
319. *ἐν δὲ ἰῇ τιμῇ] ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος. 321. περίκειται] ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπερισπᾷ· σημαίνει δὲ, φησὶ, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφʼ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ; 322. *πολεμίζειν] οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπα- ρέμφατον. 324. ὅτι οἱ γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, καθάπερ τὸ χοίνικα τὸ μέτρον καὶ τὸ μετρούμενον· “ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4, 287). διὰ τοῦ ἄρα γράφουσι καὶ αἱ Ἀριστάρχου, κακῶς δʼ ἄρα οἱ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ. 325. ἴαυον] παρὰ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρὰ τὴν ἴαν τὴν μίαν· ἐμονομάχουν, ἢ διετέλουν. 326. *ἐν αἵματι ἢ ἐν μόχθῳ. 327. ὀάρων] γράφεται καὶ ἀόρων. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, ἀόρ δὲ, ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν καθὸ καὶ συνωρίδας τῶν ἵππων. ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμιλίαι. νῦν δὲ λέγει τῶν γυναικῶν. 332. *ὁ δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου. 336. θυμαρέα] τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι παρὰ τὸ ἄρω, θυμαρής. καὶ οὕτως ἀνέγνωμεν “Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρές” (Od. 17, 199) διὰ τοῦ α. οὐ γάρ ἐστι παρώνυ- μον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ- νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης. 337. ἀνήγαγεν] ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι.